Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.149 Joseph. AJ 4.154 (English) >>Joseph. AJ 4.159

4.152Φινεὲς ἀνὴρ τά τε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων, 4.153τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν καταγωνίσασθαι καὶ νίκην τὴν ἐπʼ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. 4.154οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, 4.155ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι τε συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων. 4.156

Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπʼ αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον παρελίπομεν· δίκαιον γὰρ ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.149 Joseph. AJ 4.154 (English) >>Joseph. AJ 4.159

Powered by PhiloLogic